PMG 347

καὶ κ[όμη]ς, ἥ τοι κατ᾿ ἁβρὸν
ἐσκία[ζ]εν αὐχένα·
νῦν δὲ δὴ σὺ μὲν στολοκρός,
ἡ δ᾿ ἐς αὐχμηρὰς πεσοῦσα
χεῖρας ἀθρόη μέλαιναν
ἐς κόνιν κατερρύη
τλημόν[ω]ς τομῆι σιδήρου
περιπεσο[ῦ]σ᾿· ἐγὼ δ᾿ ἄσηισι
τείρομαι· τί γάρ τις ἔρξηι
μηδ᾿ ὑπὲρ Θρήικης τυχών;

οἰκτρὰ δὴ φρονεῖν ἀκού[ω
τὴν ἀρίγνωτον γυναῖ[κα
πολλάκις δὲ δὴ τόδ᾿ εἰπ[εῖν
δαίμον᾿ αἰτιωμέ[ν]ην·
ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ,
εἴ] μ᾿ ἀμείλιχον φέρουσα
π]όντον ἐσβάλοις θυίοντα [
π]ορφ[υρ]έοισι κύμασι[
] . [ ] . . [ ] . . [

 

sca

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *